Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.147.3 | Hdt. 2.148.5 (English) | >>Hdt. 2.149.2 |
2.148.3 ἦσαν μέν νυν καὶ αἱ πυραμίδες λόγου μέζονες , καὶ πολλῶν ἑκάστη αὐτέων Ἑλληνικῶν ἔργων καὶ μεγάλων ἀνταξίη , ὁ δὲ δὴ λαβύρινθος καὶ τὰς πυραμίδας ὑπερβάλλει ·
2.148.4 τοῦ γὰρ note δυώδεκα μὲν εἰσὶ αὐλαὶ κατάστεγοι , ἀντίπυλοι ἀλλήλῃσι , ἓξ μὲν πρὸς βορέω ἓξ δὲ πρὸς νότον τετραμμέναι , συνεχέες · τοῖχος δὲ ἔξωθεν ὁ αὐτός σφεας περιέργει . οἰκήματα δʼ ἔνεστι διπλᾶ , τὰ μὲν ὑπόγαια τὰ δὲ μετέωρα ἐπʼ ἐκείνοισι , τρισχίλια ἀριθμόν , πεντακοσίων καὶ χιλίων ἑκάτερα .
2.148.5 τὰ μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν , τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα · οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον , φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων .
2.148.6 οὕτω τῶν μὲν κάτω πέρι οἰκημάτων ἀκοῇ παραλαβόντες λέγομεν , τὰ δὲ ἄνω μέζονα ἀνθρωπηίων ἔργων αὐτοὶ ὡρῶμεν · αἵ τε γὰρ διέξοδοι διὰ τῶν στεγέων καὶ οἱ ἑλιγμοὶ διὰ τῶν αὐλέων ἐόντες ποικιλώτατοι θῶμα μυρίον παρείχοντο ἐξ αὐλῆς τε ἐς τὰ οἰκήματα διεξιοῦσι καὶ ἐκ τῶν οἰκημάτων ἐς παστάδας , ἐς στέγας τε ἄλλας ἐκ τῶν παστάδων καὶ ἐς αὐλὰς ἄλλας ἐκ τῶν οἰκημάτων .
2.148.7 ὀροφὴ δὲ πάντων τούτων λιθίνη κατά περ οἱ τοῖχοι , οἱ δὲ τοῖχοι τύπων ἐγγεγλυμμένων πλέοι , αὐλὴ δὲ ἑκάστη περίστυλος λίθου λευκοῦ ἁρμοσμένου τὰ μάλιστα . τῆς δὲ γωνίης τελευτῶντος τοῦ λαβυρίνθου ἔχεται πυραμὶς τεσσερακοντόργυιος , ἐν τῇ ζῷα μεγάλα ἐγγέγλυπται · ὁδὸς δʼ ἐς αὐτὴν ὑπὸ γῆν πεποίηται .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.147.3 | Hdt. 2.148.5 (English) | >>Hdt. 2.149.2 |